Friday, February 12, 2016

Ἀγαθὴ τύχη ἐν τῷ ἐρᾶν.

Siemiradzki-Za przykładem bogów
Ὁ νεανίσκος καταφιλεῖ τὴν κόρην.
Τελὸς δὴ ὁ νεανίας ἐρρωμένος λαλεῖ πρὸς τὴν κόρην. Ἡ δὲ κόρη φιλεῖ αὐτόν. Οὕτω γὰρ ἀκούεται ἐν τῷ πεντηκοστῷ διδάγματι.

Ἀνάγνωσις τοῦ ν' διδάγματος


ἐραστής εἰμι σός.
τί λέγεις;
τί τοῦτο λέγεις;
ὁτιὴ φιλῶ σε.
εἴπερ ὄντως ἐκ τῆς καρδίας με φιλεῖς, πρόσειπε τὴν μητέρα μου.
δός μοι κύσαι. (δὸς κύσαι.)
κύσον με, ἀντιβολῶ!
φέρε, σε κύσω!
οἴμοι, οἱ ἄλλοι ὅπως μή μ’ ὄψονται!
αὐτοὶ γάρ ἐσμεν.
παῦε! παῦε!
ὡς ἥδομαι!
δός μοι τὴν χεῖρα τὴν δεξιάν.
οὐδέποτε σ’ ἀπολείψειν φημί!

Εἶα δή

Still from Girl Shy 02
Πειράσομαι
Νῦν χρὴ τὸν ἐραστὴν πρὸς τὴν ἐρωμένην λαλεῖν. Καὶ δὴ καὶ ὁ ἑταῖρος αὐτοῦ παρακαλεῖ αὐτόν. Ἀκούσατε τὸν τετταρακοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ μθ' διδάγματος


σπεῦδέ νυν! ἔπειγέ νυν!
οὔκουν ἐπείξει;
μὴ βράδυνε!
ἄνυε!
οὐκ ἀνύσεις;
οὐ μέλλειν χρή σε.
μὴ διατρίβωμεν.
οὐ μὴ διατρίψεις;
νῦν ὁ καιρός!
ἀλλ’ οὖν πεπειράσθω γε.
δράσω τοίνυν σοὶ πίσυνος.
πειράσομαι.
κἂν δέῃ μ' ἀποθανεῖν!
ἀλλὰ δρῶ τοῦτο.
ἤδη ’ στὶ τοῦτ’ ἐκεῖνο!
κἂν μὴ φῇ μηδ’ ἐθελήσῃ;
εἰσόμεθ’ αὐτίκα.
ἐγὼ εἴσομαι.

Friday, February 5, 2016

Τί ποιήσω;

Henry Holiday - Dante meets Beatrice
Ὁ Δάντης ἰδὼν τὴν  βεάτρικα οὐκ οἶδε τί ποιήσει. 
Νῦν ὁ νεανίας ἐπιθυμῶν τῆς καλῆς κόρης ἐρωτᾷ τὸν φίλον τί ποιήσει. Ὁ γὰρ πόθος οὐκ ἐᾷ αὐτὸν ἐννοεῖν. Ἀκούσατε οὖν τὸ τετταρακοστὸν καὶ ὄγδοον δίδαγμα.

Ἀνάγνωσις τοῦ μη' διδάγματος


τί ποιεῖν διανοεῖ;
τί μέλλεις δρᾶν;
χρηστόν τι συμβούλευσον!
τί ποιήσω;
οἶμαί σοι τοῦτο μεταμελήσειν.
εὐλαβοῦ μὴ ἐκφύγῃ σ’ ἐκείνη.
σὸν ἔργον τἆλλα ποιεῖν.
τί οὖν κελεύεις δρᾶν με;
δεῖ διαλέγεσθαι αὐτῇ, ὅταν τύχῃς.
τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι.
ἀλλ’ οὐκ ἔστι πω ἐν τούτῳ τὰ πράγματα.
ἔνι κίνδυνος ἐν τῷ πράγματι.
χαλεπὸν τὸ πρᾶγμα!
μὴ φροντίσῃς.
μὴ δέδιθι.
μηδὲν δέδιθι, ὦ τάν.
οὐδὲν (γὰρ) πείσει.
οὐ τοὐμὸν ἐμποδὼν ἔσται, ὦ τάν.
μελήσει μοι τοῦτό γε.

Ἵμερος ἢ πόθος

She will pass me by
Τὸ πόθος τῆς κόρης λυπεῖ τὸν νεανίσκον.
Ὥσπερ οἱ ἐν τῷ τετταρακοστῷ καὶ ἑβδόμῳ διδάγματι, οὕτω πάντες ἡμεῖς διὰ τὸ ἵμερον καλῆς κόρης τινὸς ἐμάνημέν τοτε. Ἀκούσατε οὖν.

Ἀνάγνωσις τοῦ μζ' διδάγματος


τί οὖν ἐρεῖς περὶ τῆς μείρακος;
λῆρός ἐστι τἆλλα πρὸς Ἄνναν.
ἵμερός με (πόθος με) διαλυμαίνεται Ἄννης.
ὢ τί λέγεις;
ἐθαύμασας;
τί ἐθαύμασας;
ὡς ἄχθομαι αὐτῆς ἀπούσης!
μὴ ἄφρων γένῃ!
πάνυ πολύς μοι δοκεῖ εἶναι χρόνος, ὅτι οὐχ ὁρῶ αὐτὴν τοιαύτην οὖσαν.
οὐκ ἐνθάδε ἐστίν.
ἀλλ’ ἔρχεται.
ἡδὶ προσέρχεται!
νῦν γε ἤδη καθορῶ αὐτήν.
ἥκει ἐπιεικῶς πάλαι.
ἄτοπον τουτὶ πρᾶγμα!
τί πάσχεις;
οὐχ ὁρᾷς; Ν. ακολουθεῖ κατόπιν αὐτῆς καὶ ἀσπάζεται!
ὀλίγον μοι μέλει.
ἡ δὲ δεξιοῦται αὐτόν.
οἴμοι κακοδαὶμων!
οὐ δοκεῖ ὁρᾶν σε.
ἐνέβαλε τὴν δεξιάν.
ταύτην μὲν ἔα χαίρειν!
ἀλλ’ εἶμι· προσερῶ γὰρ τὴν τηθίδα.
ἐγὼ δὲ προσείρηκα αὐτήν.
καλῶς γε οὐ προσεἶπάς με!

Πηλίκη;

Grabrelief einer Familie (RM Enns)
οἶκος Ῥωμαϊκός τις
Ἐν τούτῳ τῷ διδάγματι, τῷ τετταρακοστῷ καὶ ἕκτῳ, νεανίας τις ἐρωτᾷ ἄλλον περὶ τῆς ἡλικίας κόρης τινός. Ὁ δ' ἄλλος ἀποκρινάμενος καὶ περὶ τῆς ἡλικίας καὶ περὶ τοῦ οἴκου αὐτῆς ἐξηγεῖται.

Ἀνάγνωσις τοῦ μϛ' διδάγματος


θυγάτηρ αὐτῷ μόνη οὖσα τυγχάνει.
πηλίκη ἐστίν;
πλεῖν ἢ ἐνιαυτῷ σου πρεσβυτέρα ἐστίν.
ὑπὲρ εἴκοσιν ἔτη γεγονυῖα.
σὺ δὲ ἀνὴρ νέος εἶ ἐννεακαίδεκα ἐτῶν.
δεῖ οὖν ὀρχεῖσθαί σε μετὰ τῶν ἐντὸς εἴκοσιν.
ἐνταῦθα κάθηται παρὰ ταῖς πρεσβυτέραις γυναιξίν.
ποῦ; δεῖξον!
ποίαν τιν’ ἔχει σκευήν;
τέθνηκεν ἡ μήτηρ αὐτῆς ἔτη δέκα. (ἔτος τουτὶ ἑνδέκατον.)
ἑξηκοντέτης ἐστὶν αὐτῆς ὁ πατήρ.
ὁ οἶκος.