Saturday, July 11, 2015

Περὶ τοῦ Ὄρνιθος / Κύκνου

Ramnous003
Τούτῳ τῷ παλαιῷ τῆς Ἀττικῆς δήμῳ ὄνομά ἐστι Ῥαμνοῦς. Πολλαὶ γὰρ ῥάμνοι ἦσαν ἐν τῷ Ῥαμνοῦντι. Ἐκεῖ  δὲ Νέμεσις, καλὴ παρθένος οὖσα,  ᾠκει.
 Φεύγουσα μὲν ἀπὸ τοῦ Διὸς ἐρῶντος, ἡ Νέμεσις μετεμορφώθη εἰς κύκνον. Ὁ δὲ Ζεύς, κυκνὸς αὐτὸς γενόμενος, συνέμιξε τότε αὐτῇ. 

NAMA 19447 Birth of Helen 1
Ἡ οὖν Νέμεσις οὐκ ἔτεκε βρέφος ἀλλὰ ᾠόν, ἐξ οὗ ἐγεννήθη ἡ καλλίστη πασῶν τῶν γυναικῶν, ἡ Ἑλένη. Ὁρᾶτε δὲ ἐν τῇ τούτου τοῦ κώθωνος δεξιᾷ τὴν μικρὰν Ἑλένην ἐκ τοῦ ᾤου ἐξιοῦσαν, τοῦ Διὸς ὑπερπετομένου αἐτῷ ἐοικότος. 
Sidney Hall - Urania's Mirror - Lacerta, Cygnus, Lyra, Vulpecula and Anser
Καὶ ὁ Ζεὺς ἔθηκε τὸν τοῦ ὄρνιθος τύπον ἐν τοῖς ἄστροις. Ὁ δὲ κύκνος φαίνεται ἱπταμένος.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τοῦ Ὄρνιθος Οὗτος ὁ μέγας καλεῖται, ὃν Κύκνῳ εἰκάζουσιν· τούτῳ Ζεὺς ὁμοιωθεὶς κατέπτη εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ Νέμεσιν ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν ἔτεκεν, ἐξ οὗ γεννηθῆναι, ὡς Κρατῖνος ἱστόρησε, τὴν Ἑλένην· διὰ δὲ τὸ μὴ μεταμορφωθῆναι ἀλλ' οὕτως εἰς οὐρανὸν ἀναπτῆναι τὸν τύπον τοῦ κύκνου ἔχοντα τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν ἄστρων διιπτάμενον. Κύκνου Οὗτός ἐστιν ὁ καλούμενος μέγας, ὃν κύκνῳ εἰκάζουσιν· λέγεται δὲ τὸν Δία ὁμοιωθέντα τῷ ζῴῳ τούτῳ Νεμέσεως ἐρασθῆναι, ἐπεὶ αὐτὴ πᾶσαν ἤμειβε μορφήν, ἵνα τὴν παρθενίαν φυλάξῃ, καὶ τότε κύκνος γέγονεν· οὕτω καὶ αὐτὸν ὁμοιωθέντα τῷ ὀρνέῳ τούτῳ καταπτῆναι εἰς Ῥαμνοῦντα τῆς Αττικῆς, κἀκεῖ τὴν Νέμεσιν φθεῖραι· τὴν δὲ τεκεῖν ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι καὶ γενέσθαι τὴν Ἑλένην, ὥς φησι Κρατῖνος ὁ ποιητής. καὶ διὰ τὸ μὴ μεταμορφωθῆναι αὐτόν, ἀλλ' οὕτως ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ τὸν τύπον τοῦ κύκνου ἔθηκεν ἐν τοῖς ἄστροις· ἔστι δὲ ἱπτάμενος οἷος τότε ἦν. ῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπρὸν α, ἐπὶ τοῦ τραχήλου λαμπρὸν α, ἐπὶ τῆς δεξιᾶς πτέρυγος ε, <ἐπὶ τῆς ἀριστερᾶς ε>, ἐπὶ τοῦ σώματος α, ἐπὶ τοῦ ὀρθοπυγίου α, ὅς ἐστι μέγιστος· <τοὺς πάντας ιδ>.

Friday, July 3, 2015

<Π>ερὶ τῆς Λύρας

DSC00355 - Orfeo (epoca romana) - Foto G. Dall'Orto
Ὁ Ἑρμὴς ἐποίησε τὴν λύραν παρασκευάσας τῇ τε χελώνῃ  καὶ ταῖς τοῦ Ἀπόλλωνος βουσίν. Ὁ δὲ Ἀπόλλων ἔδωκεν αὐτὴν τῷ Ὀρφεῖ, τῷ τῆς Μούσης Καλλιόπης υἱῷ. Οὕτως   ᾔδον ὁ Ὀρφεὺς ὥσπερ οὐ μονον οἱ ἄνθρωποι ἐπέμενον ἀκουούντες αὐτοῦ, ἀλλὰ καὶ πάντα τὰ ζῷα.
Getty Villa - Collection (5305291226)
Ὁ δ'Ὀρφεὺς πολὺ ἐτίμα τὸν μὲν Ἀπόλλωνα ὡς φαινόμενον τὸν ἣλιον, τὸν δὲ Διόνυσον οὔ. Προσεδόκα μὲν ὁ Ὀρφεὺς τὴν τοῦ ἡλίου ἀνατολὴν ἐπὶ τοῦ Παγγαίου ὄρους. Ὁ δὲ Διόνυσος, φθόνος ὤν, ἐκέλευσε τὰς Μαινάδας ἀποκτεῖναι αὐτόν.
Nymphs finding the Head of Orpheus
Ἔπειτα τὰ μὲν τοῦ ταλαιπώρου Ὀρφέως μέλη διεσπάσθη ὑπὸ ἐκείνων τῶν κακῶν γυναικῶν. Αἱ δὲ Μοῦσαι, συλλέξασαι, ἐν ταφῇ πενθοῦσαι κατέθηκαν αὐτά.

Sidney Hall - Urania's Mirror - Lacerta, Cygnus, Lyra, Vulpecula and Anser
Ὁ δὲ Ζεὺς λαβὼν τὴν  λύραν ἐν τοῖς ἄστροις ἀνέστηκεν ἵνα μνημεῖον τῷ Ὀρφεῖ εἴη. Ὥσπερ γὰρ ὁ Ὀρφεὺς ἀπέθανεν, οὕτως ὁ αστερισμὸς αὐτοῦ δύεται.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Αὕτη ἐνάτη κεῖται καί ἐστι Μουσῶν· κατασκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν· ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ ἀπὸ τῶν ζ πλανητῶν ἢ τῶν Ἀτλαντίδων· μετέλαβε δ' αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴ<ν Ὀρφεῖ> παρέδωκεν, <ὃς Καλλιόπης υἱὸς ὤν>, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς <ἐννέα> ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προήγαγεν ἐπὶ πλέον <ἐν> τοῖς ἀνθρώποις [οὕτω] δοξαζόμενος οὕτως ὥστε <καὶ ὑπόληψιν> ἔχειν περὶ αὐτοῦ τοιαύτην, ὅτι καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκάλειν διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν γυναῖκα εἰς Ἃιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, ὑφ' οὗ ἦν δεδοξασμένος, τὸν δὲ Ἣλιον μέγιστον τῶν Θεῶν ἐνόμισεν, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον <ἀνιὼν> προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ <τὸν Ἣλιον> πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἳ διέσπασαν αὐτὸν καὶ τὰ μέλη ἔῥῥιψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λειβήθροις. <τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις>· τοῦ δ' ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου <συμπτώματι δυομένη καθ' ὥραν>. Ἔχει δ' ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων ὤμων ἕνα· ἐφ' ἑκάστου πήχεως ἕνα· ἐπ' ἀκρότητι ὁμοίως ἕνα· ἐφ' ἑκατέρων ὤμων ἕνα· ἐπὶ ζυγοῦ ἕνα· ἐπὶ τοῦ πυθμένος ἕνα, λευκὸν καὶ λαμπρόν· τοὺς πάντας ἐννέα.

Friday, June 26, 2015

Πλειάδος

Aratea 42v
Φασὶν ταύτας ἑπτὰ ἀδελφὰς εἶναι. Ἓξ μὲν  συνέμιξαν τοῖς τοῦ Ὀλύμπου θεοῖς.  Διόπερ οἱ ἀστέρες αὐτῶν λαμπροί εἰσιν. Μία δὲ θνητῷ ἀνδρὶ γημαμένη ἀόρατός ἐστιν. 
Sidney Hall - Urania's Mirror - Taurus
Ἡ  Πλεις  κεῖται ἐπὶ τῆς τοῦ Ταύρου ῥάχεως. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἐπὶ τῆς ἀποτομῆς τοῦ Ταύρου τῆς καλουμένης ῥάχεως <ἡ> Πλειάς ἐστιν· συνηγμένης δ' αὐτῆς εἰς ἀστέρας ἑπτά, λέγουσιν εἶναι τῶν Ἂτλαντος θυγατέρων, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ αἱ ἑπτά, ἀλλ' αἱ ἕξ· τὸ δὲ αἴτιον οὕτω πως λέγεται. τὰς μὲν γὰρ <ἕξ> φασι Θεοῖς μιγῆναι, τὴν δὲ μίαν θνητῷ· τρεῖς μὲν οὖν μιγῆναι Διί, Ἠλέκτραν ἐξ ἧς Δάρδανος, Μαῖαν ἐξ ἧς Ἑρμῆς, Ταϋγέτην ἐξ ἧς Λακεδαίμων· Ποσειδῶνι δὲ δύο μιγῆναι, Ἀλκυόνην ἐξ ἧς Ὑριεύς, Κελαινὼ ἐξ ἧς Λύκος· Στερόπη δὲ λέγεται Ἂρει μιγῆναι, ἐξ ἧς Οἰνόμαος ἐγένετο· Μερόπη δὲ Σισύφῳ θνητῷ, διὸ παναφανής ἐστιν. μεγίστην δ' ἔχουσι δόξαν ἐν τοῖς ἀνθρώποις ἐπισημαίνουσαι καθ' ὥραν. θέσιν δὲ ἔχουσιν εὖ μάλα κείμεναι κατὰ τὸν Ἵππαρχον τριγωνοειδοῦς σχήματος.

Saturday, June 20, 2015

Περσέως



Danae gold shower Louvre CA925
Ἡ καλλίστη Δανάη,  τοῦ Διὸς χρυσῷ ὑετῷ εἰκότος, αὐτῷ μιχθεῖσα, ἔτεκε τὸν Περσέα.Ὁ δὲ Περσεύς, νεανίσκος γεγονὼς καὶ ἀπεσταλμένος παρὰ τοῦ Πολυδέκτου, ἀπἦλθεν ὡς τὰς Γοργόνας μαχησόμενος, τῶν θεῶν πολλὰ καὶ χρήσιμα δῶρα αὐτῷ δόντων.  
Edward Burne-Jones - Perseus and the Graiae, 1892
Πρῶτον μὲν ἔδει τὸν Περσέα  τὰς Γραίας πλανῆσαι, φυλακὰς τῶν Γοργόνων οὔσας. Αἱ δὲ Γραῖαι, μόνον ἕνα ὀφθαλμὸν ἔχουσαι, παρεδίδοσαν αὐτὸν ἀλλήλαις. Διόπερ ὁ Περσεὺς,   ἐν τῇ παραδόσει φθάσας αὐτάς, ἔλαβε τὸν ὀφθαλμόν. Ἔπειτα ἀπέκτεινε Μέδουσαν τὴν Γοργόνα,  κατακόψας τὴν κεφαλν αὐτῆς.
Sidney Hall - Urania's Mirror - Perseus
Οὗτός ἐστιν ὁ τοῦ Περσέως ἀστερισμός. Ὁ μὲν Περσεὺς ἔχει ἐπὶ τῆς κεφαλῆς τὴν τοῦ Ἑρμοῦ  κυνῆν.  Ἐν δὲ τοῖς ποσὶν τὰ πετόμενα πέδιλα αὐτοῦ εστιν. Ἡ δὲ τοῦ Ἡφαίστου ἅρπη ἐστὶ ἐν τῇ δεξιᾷ. Τέλος  δ'ἐν τῇ εὐωνύμῳ ἡ τῆς Μεδούσης κεφαλή ἐστιν. Ἡ δ' Ἀθηνᾶ ἐλάβετο αὐτήν. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τούτου ἱστορεῖται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη διὰ τὴν δόξαν· τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμφθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ' ῾Ερμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ' Ἡφαίστου λαβεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ' ὁ Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κεφαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν. Ἔχει δὲ ἀστέρας [ἐπὶ μὲν τῆς κεφαλῆς α], ἐφ' ἑκατέρῳ ὤμῳ λαμπρὸν α, ἐπ' ἄκρας τῆς δεξιᾶς χειρὸς λαμπρὸν α, <ἐπ'> ἀγκῶνος α, <ἐπ'> ἄκρας χειρὸς ἀριστερᾶς α, ἐν ᾗ τὴν κεφαλὴν δοκεῖ τῆς Γοργόνος ἔχειν· <ἐπὶ τῆς κεφαλῆς τῆς Γοργόνος α, ἐπὶ τῆς κοιλίας α, ἐπὶ τοῦ δεξιοῦ ἰσχίου λαμπρὸν α, ἐπὶ> δεξιοῦ μηροῦ λαμπρὸν α, <ἐπὶ> γόνατος α, <ἐπ'> ἀντικνημίου α, <ἐπὶ ποδὸς α ἀμαυρόν, ἐπ' ἀριστεροῦ μηροῦ α, ἐπὶ γόνατος α, ἐπ' ἀντικνημίου β>, περὶ τοὺς Γοργόνος πλοκάμους γ· <τοὺς πάντας ιθ>· ἡ δὲ κεφαλὴ [η], ἡ δ' ἅρπη, [ἔχουσα ε], ἄναστρος ὁρᾶται, διὰ δὲ νεφελώδους συστροφῆς δοκεῖ τισιν ὁρᾶσθαι.

Friday, June 12, 2015

Ἰχθύων

Sidney Hall - Urania's Mirror - Pisces
῾Ο Ψευδο-Ἐρατοσθένης λέγει μὲν ὅτι οἱ ἰχθύες, ὑπο τοῦ μεγάλου ἰχθύος  γεννηθέντες, συνδεδεμένοι νῦν κεῖνται. Ὁ δὲ τῶν ἰχθύων μῦθος φανεῖται ἡνίκα ὁ τοῦ πατρὸς προσαχθήσεται. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτοί εἰσι τοῦ μεγάλου Ἰχθύος ἔγγονοι, περὶ οὗ τὴν ἱστορίαν ἀποδώσομεν σαφέστερον, ὅταν ἐπ' αὐτὸν ἔλθωμεν· τούτων δὲ ἑκάτερος κεῖται ἐν ἑκατέρῳ μέρει διαλλάσσων· ὁ μὲν γὰρ βόρειος, ὁ δὲ νότιος καλεῖται· ἔχουσι δὲ σύνδεσμον ἕως τοῦ ἐμπροσθίου ποδὸς τοῦ Κριοῦ. Ἔχουσι δ' ἀστέρας ὁ μὲν βόρειος ιβ, ὁ δὲ νότιος ιε· τὸ δὲ λῖνον αὐτῶν ᾧ συνέχονται ἔχει ἀστέρας ἐπὶ τοῦ βορείου γ, ἐπὶ τοῦ νοτίου γ, πρὸς ἀνατολὰς γ, ἐπὶ τοῦ συνδέσμου γ· τοὺς πάντας ιβ· οἱ πάντες τῶν δύο ᾿Ιχθύων καὶ τοῦ συνδέσμου ἀστέρες λθ.

Δελτωτοῦ

AncientEgyptJamesRennell01
Οἱ μέν φασιν τὸ δελτωτὸν εἶναι  τὸ τοῦ Νείλου ποταμοῦ, ὃς τὴν τῶν Αἰγυπτίων χώραν καρπόφορον ποιεῖ.  
Sidney Hall - Urania's Mirror - Gloria Frederici, Andromeda, and Triangula
Οἱ δὲ λέγουσιν τοῦτον τὸν ἀστερισμὸν  ὑπὸ τοῦ Ἑρμοῦ  ἐπὶ τοῦ οὐρανοῦ ἐπικεῖσθαι ὥστε σημαίνειν τὸ πρῶτον  ἐν τῷ τοῦ Διὸς ὀνόματι γράμμα.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τοῦτό ἐστιν ὑπὲρ μὲν τὴν κεφαλὴν τοῦ Κριοῦ κείμενον, λέγεται δὲ διὰ τὸ ἐκεῖνον ἀμαυρότερον εἶναι· εὔσημον ἐπ' αὐτοῦ γράμμα κεῖσθαι ἀπὸ Διὸς τὸ πρῶτον τοῦ ὀνόματος δι' Ἑρμοῦ τεθέν, ὃς τὸν διάκοσμον τῶν ἄστρων ἐποιήσατο. φασὶ δέ τινες καὶ τὴν τῆς Αἰγύπτου θέσιν ἐκ τοῦ ἐν τοῖς ἄστροις εἶναι τριγώνου, καὶ τὸν Νεῖλον τοιαύτην τὴν περιοχὴν ποιήσασθαι τῆς χώρας, ἅμα τε τὴν ἀσφάλειαν αὐτῇ ποριζόμενον, εἴς τε τὸν σπόρον εὐμαρεστέραν ποιούμενον καὶ εἰς τὴν τῶν καρπῶν ἀνακομιδὴν εὐκαιρίαν ὡρῶν ἐσόμενον. Ἔχει δ ἀστέρας ἐφ' ἑκάστῃ τῶν γωνιῶν λαμπρούς.

Friday, June 5, 2015

Κριοῦ

Affreschi romani - Pompei - Frisso ed Elle
Ἡ Νεφέλη,  τοῦ τε Φρίξου καὶ τῆς Ἕλλης μήτηρ οὖσα, ἔδωκε σφῖν κριόν τινα πετόμενον, ἵνα ἀπενέγκοι τὼ παῖδε. Ὁ δὲ κριὸς χρυσοῦς ἦν τὴν δοράν. Φεῦ, φεῦ. Ἡ γὰρ Ἕλλη ἀποπίπτει ἀπὸ τοῦ κριοῦ εἰς τὴν θάλασσαν τὴν μεταξὺ τῆς Ἑλλάδος καὶ τῆς Ἀσίας. Διὸ ἐκείνη ἡ θάλασσα ὀνομάζεται Ἑλλήσποντος. 


Sidney Hall - Urania's Mirror - Aries and Musca Borealis
Ἔπειτα ἡ μὲν Ἕλλη, μιχθεῖσα τῷ Ποσειδῶνι, ἔτεκε παῖδα ὀνόματι Παίωνα. Ὁ δὲ Φρίξος,  παρὰ τῷ Αἰήτῃ ἐληλυθώς, ἐξέδυσε τὴν τοῦ κριοῦ δορὰν ἵνα δοίη τῷ Αἰήτῃ. Ὁ δὲ κριὸς εἰς τὸν οὐρανὸν ἐπετέθη.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος ὁ Φρίξον διακομίσας καὶ Ἓλλην· ἄφθιτος δὲ ὢν ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός· εἶχε δὲ χρυσῆν δοράν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασιν· διακομίζων δ' αὐτοὺς κατὰ τὸ στενώτατον τοῦ πελάγους, τοῦ ἀπ' ἐκείνης κληθέντος Ἑλλησπόντου, ἔῥῥιψεν αὐτὴν [καὶ τὸ κέρας ἀπολέσας]. Ποσειδῶν δὲ σώσας τὴν Ἓλλην καὶ μιχθεὶς ἐγέννησεν ἐξ αὐτῆς παῖδα ὀνόματι Παίωνα, τὸν δὲ Φρίξον εἰς τὸν Εὔξεινον πόντον σωθέντα πρὸς Αἰήτην διεκόμισεν· ᾧ καὶ ἐκδὺς ἔδωκε τὴν χρυσῆν δοράν, ὅπως μνημόσυνον ἔχῃ· αὐτὸς δὲ εἰς τὰ ἄστρα ἀπῆλθεν· ὅθεν ἀμαυρότερον φαίνεται. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α, ἐπὶ τῶν μυκτήρων γ, ἐπὶ τοῦ τραχήλου β, <ἐπ'> ἄκρου ἐμπροσθίου ποδὸς λαμπρὸν α, <ἐπὶ> ῥάχεως δ, <ἐπὶ> κέρκου α, ὑπὸ τὴν κοιλίαν γ, ἐπὶ τοῦ ἰσχίου α, ἐπ' ἄκρου ὀπισθίου ποδὸς α· τοὺς πάντας ιζ.