Friday, May 15, 2015

Κασσιεπείας

Paphos Haus des Aion - Kassiopeia 2
Ἐν τούτῳ τῷ πίνακι θεώμεθα τὴν Κασσιέπειαν ὑπὸ τῆς Κρίσεως στεφανουμένην.  Ἡ γὰρ Κασσιέπεια, τῶν Αἰθιόπων βασίλισσα τε καὶ τοῦ Κεφέως  γυνὴ καὶ τῆς Ἀνδρομέδης μήτηρ οὖσα, ἔφη αὐτήν τε καὶ τὴν Ἀνδρόμεδαν εἶναι καλλίω τῶν Νηρηΐδων, τῶν τοῦ Ποσειδῶνος θυγατρῶν. Τοῦτο μὲν ἀληθὲς ἦν. Ὁ δὲ Ποσειδὼν ὀργισθεὶς ἐπέμψε τὸ κῆτος διαφθεῖραι τὴν  τῶν Αἰθιόπων χώραν.

Sidney Hall - Urania's Mirror - Cassiopeia (image right side up)
Ἡ δὲ Κασσιέπεια γράφεται ἐπὶ δίφρου καθημένη. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ταύτην ἱστορεῖ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητὴς ἐν Ἀνδρομέδᾳ ἐρίσασαν περὶ κάλλους ταῖς Νηρηίσιν εἰσελθεῖν εἰς τὸ σύμπτωμα, καὶ Ποσειδῶνα διαφθεῖραι τὴν χώραν κῆτος ἐπιπέμψαντα· δι' ἣν πρόκειται τῷ κήτει ἡ θυγάτηρ. οἰκείως δὲ ἐσχημάτισται ἐγγὺς ἐπὶ δίφρου καθημένη. Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος <α, ἐπὶ τῆς δεξιᾶς χειρὸς> λαμπρὸν α, ἐπὶ τῆς <ἀριστερᾶς> χειρὸς <λαμπρὸν α, ἐπ' ὀμφαλοῦ> α, [<ἐπὶ τοῦ> γόνατου α, <ἐπὶ> ποδὸς ἄκρου α, <ἐπὶ τοῦ> στήθους α ἀμαυρόν], ἐπ' ἀριστεροῦ μηροῦ λαμπροὺς β, ἐπὶ τοῦ πλινθίου α, <ἐπὶ τῆς> τοῦ δίφρου οὗ κάθηται ἑκατέρας γωνίας α· <τοὺς πάντας ιε>.

Friday, May 8, 2015

Κηφέως

Sidney Hall - Urania's Mirror - Cepheus
Ὁ τοῦ Κεφέως ἀστερισμὸς κεῖται περὶ τὸν ἀρκτικὸν κύκλον. Ἡ γὰρ Ἀθηνᾶ ᾔτησε τὸν τῶν θεῶν πατέρα θεῖναι τὸν Κεφέα ἐν τῷ οὐρανῷ. 

Orca porpoising
 Ὁ μὲν Κεφεὺς ἦν βασιλεὺς τῶν Αἰθιόπων. Ἔδωκε δ' Ανδρομέδαν τὴν θυγατέρα   τῷ κήτει ὡς βρῶσιν.  Ὁ μέντοι Περσεὺς, ὑιὸς τοῦ Διὸς ὤν, ἔσωσεν αὐτήν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος ἐν τάξει τέτακται τέταρτος· ὁ δ' ἀρκτικὸς κύκλος αὐτὸν ἀπολαμβάνει ἀπὸ ποδῶν ἕως στήθους· τὸ δὲ λοιπὸν εἰς τὸ ἀνὰ μέσον πίπτει αὐτοῦ τοῦ τε ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ· ἦν δέ, ὡς Εὐριπίδης φησίν, Αἰθιόπων βασιλεύς, Ἀνδρομέδας δὲ πατήρ· τὴν δ' αὑτοῦ θυγατέρα δοκεῖ προθεῖναι τῷ κήτει βοράν, ἣν Περσεὺς ὁ Διὸς διέσωσε· δι' ἣν καὶ αὐτὸς ἐν τοῖς ἄστροις ἐτέθη Ἀθηνᾶς γνώμῃ. Ἔχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπροὺς β, ἐφ' ἑκατέρων ὤμων α, καὶ <ἐπὶ> χειρῶν ἑκατέρων α, <ἐπ'> ἀγκώνων ἑκατέρων α <ἀμαυρόν, ἐπὶ> ζώνης γ λοξοὺς <ἐπὶ> κοιλίας μέσης λαμπρούς, <ἐπὶ> δεξιᾶς λαγόνος α, <ἐπ' ἀριστεροῦ> γόνατος β, <ὑπὲρ πόδας δ, ἐπὶ> ποδὸς ἄκρου α· <τοὺς πάντας ιθ>.

Tuesday, May 5, 2015

Ταύρου

Terracotta Europa bull Staatliche Antikensammlungen
Οἱ μὲν λέγουσιν τοῦτον εἶναι τὸν ταῦρον, ὅς  τὴν καλὴν Εὐρώπην παρὰ τὸν Δία ἐβάστασε.
Hermes Io Argos Staatliche Antikensammlungen 585
Οἱ δέ φασιν εἶναι τὴν τῆς  Ἰοῦς μίμησιν. Ἡ γὰρ Ιὼ ὑπὸ τοῦ Διὸς εἰς βοῦν διηλλάχθη.
Sidney Hall - Urania's Mirror - Taurus
Μεταξὺ μὲν τῶν τοῦ ταύρου ὀφθαλμῶν πάρεισιν αἱ Ὑάδες. Ἐπὶ δὲ τῆς ῥάχεως θεώμεθα τὰς Πλειάδας, τὰς ἑπτὰ ἀδελφάς.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος λέγεται ἐν τοῖς ἄστροις τεθῆναι διὰ τὸ Εὐρώπην ἀγαγεῖν ἐκ Φοινίκης εἰς Κρήτην διὰ τοῦ πελάγους, ὡς Εὐριπίδης φησὶν ἐν τῷ Φρίξῳ· χάριν δὲ τούτου ἐν τοῖς ἐπιφανεστάτοις ἐστὶν ὑπὸ Διὸς τιμηθεὶς. ἕτεροι δέ φασι βοῦν εἶναι τῆς Ἰοῦς μίμημα· χάριν δὲ ἐκείνης ὑπὸ Διὸς ἐτιμήθη [τὸ ἄστρον]. Τοῦ δὲ Ταύρου τὸ μέτωπον σὺν τῷ προσώπῳ αἱ Ὑάδες καλούμεναι περιέχουσιν· πρὸς δὲ τῇ ἀποτομῇ τῆς ῥάχεως ἡ Πλειάς ἐστιν ἀστέρας ἔχουσα ἑπτά, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ εἰ μὴ ἕξ, ὁ δὲ ἕβδομος ἀμαυρός ἐστι σφόδρα. ῎Εχει δ' ὁ Ταῦρος ἀστέρας ζ· ὃς δὴ ὑπεναντία ἕρπει καθ' ἑαυτὸν ἔχων τὴν κεφαλήν, ἐφ' ἑκατέρων δὲ τῶν κεράτων ἐπὶ τῆς ἐκφύσεως α, ὧν λαμπρότερος ὁ ἐπὶ τῆς ἀριστερᾶς, ἐφ' ἑκατέρων τῶν ὀφθαλμῶν α, ἐπὶ τοῦ μυκτῆρος α, ἐφ' ἑκατέρων τῶν ὤμων α· οὗτοι Ὑάδες λέγονται· ἐπὶ δὲ τοῦ ἀριστεροῦ γόνατος τοῦ ἐμπροσθίου α, ἐπὶ τῶν χηλῶν <ἑκατέρων> α, ἐπὶ τοῦ δεξιοῦ γόνατος α, ἐπὶ τοῦ τραχήλου β, ἐπὶ τῆς ῥάχεως γ, τὸν ἔσχατον λαμπρόν, ὑπὸ τὴν κοιλίαν α, ἐπὶ τοῦ στήθους λαμπρὸν α· τοὺς πάντας ιη.

Friday, May 1, 2015

Ἡνιόχου

Sidney Hall - Urania's Mirror - Auriga
Αὕτη μὲν ἡ εἰκὼν δείκνυσι τὸν τοῦ Ἡνιόχου ἀστερισμόν, τὸν ἔχοντα τήν τε Αἶγα καὶ τοὺς ρίφους. 

Athena Scorning the Advances of Hephaestus
Ὅδε δ' ὁ μῦθος οὐ προσήκει τοῖς παιδίοις.  Φασὶν γὰρ ὅτι ὁ Ἥφαιστος  ἐπεθύμει μὲν  τῇ Ἀθηνᾷ συμμίγνυμαι, ἡ δὲ παρθένος  ἔφευγεν αὐτόν . Τέλος δ'εὑρὼν τὴν Ἀθηνᾶν  καὶ ὑπὸ αὐτῆς πληγείς, ὁ Ἥφαιστος ἀφῆκε τὸ σπέρμα ἐπὶ τὴν γῆν. Ἐκ δὲ τούτου ἐγεννήθη ὁ Ἐριχθόνιος.  Ἔπειτα, ἄνηρ γεγονὼς, πρῶτος ἤλασεν  ἅρμα διὰ ἵππων λευκῶν, ὅμοιον τῷ τοῦ Ἡλίου ὄν . Καὶ δὴ καὶ ἕστησε τὰ Παναθήναια  ἱερά. Διὸ ὁ Ζεὺς ἔθηκεν αὐτὸν ὡς ἡνίοχον ἐν τῷ οὐρανῷ.

Jakob Jordaens 006
Ἐν δὲ τῷ αὐτῷ ἀστερισμῷ ὁρῶμεν τὴν Αγά τε καὶ τοὺ Ἐρίφους. Φασὶν δὲ ὅτι ἡ τοῦ Διὸς μήτηρ ἡ Ῥέα ἔδωκε τὸ τεκνίον τῇ Θέμιδι. Ἡ δὲ Θεμὶς ἔδωκεν αὐτὸ τῇ Ἀμαλθείᾳ, ἥ εἶχε Αἶγά τινα τοῦ Ἡλίου θυγατέρα οὖσαν.  Ἐτρέφθη οὖν ὁ Ζεὺς ὑπὸ τῆς Αἰγὸς τῷ  γάλακτι αὐτῆς.  

Lemnia torso04 pushkin
Ἐπειδὴ ὁ Ζεὺς τηλίκος ἐγένετο ὥστε μάχεσθαι τοῖς τιτᾶσι,  ἀποκτείνας τὴν Αἶγα ἔλαβεν ὡς ὅπλα τὴν δορὰν ἐξ αὐτῆς. Ἐποίησε γὰρ τὴν αἰγίδα τὴν τὸ τῆς Γοργόνος  πρόσωπον ἔχουσαν, ἣν ὕστερον τῇ Ἀθηνᾷ τῇ φιλουμένῃ θυγατρὶ  ἔδωκεν. Ὁ δὲ Ζεὺς κρύψας νέᾳ δορᾷ  πάλιν ἔπλασε τὴν Αἶγα, ἵνα θείη αὐτὴν ἐν τῷ οὐρανῷ.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τοῦτον λέγουσιν ὅτι ὁ Ζεὺς ἰδὼν πρῶτον ἐν ἀνθρώποις ἅρμα ζεύξαντα [ἵππων], ὅς ἐστιν Ἐριχθόνιος ἐξ Ἡφαίστου καὶ Γῆς γενόμενος, καὶ θαυμάσας ὅτι τῇ τοῦ Ἡλίου ἀντίμιμον ἐποιήσατο διφρείαν ὑποζεύξας ἵππους λευκοὺς <ἀνήγαγεν εἰς τὰ ἄστρα>· πρῶτόν τε ᾿Αθηνᾷ πομπὴν ἤγαγεν ἐν ἀκροπόλει καὶ ἐποιήσατο πρὸς τούτοις ἐπιφανῆ τὴν θυσίαν αὐτῆς <τὸ ξόανον> σεμνύνων. λέγει δὲ καὶ Εὐριπίδης περὶ τῆς γενέσεως αὐτοῦ τὸν τρόπον τοῦτον· Ἣφαιστον ἐρασθέντα Ἀθηνᾶς βούλεσθαι αὐτῇ μιγῆναι, τῆς δὲ ἀποστρεφομένης καὶ τὴν παρθενίαν μᾶλλον αἱρουμένης ἔν τινι τόπῳ τῆς Ἀττικῆς κρύπτεσθαι, ὃν λέγουσι καὶ ἀπ' ἐκείνου προσαγορευθῆναι Ἡφαιστεῖον· ὃς δόξας αὐτὴν κρατήσειν καὶ ἐπιθέμενος πληγεὶς ὑπ' αὐτῆς τῷ δόρατι ἀφῆκε τὴν ἐπιθυμίαν, φερομένης εἰς τὴν γῆν τῆς σπορᾶς· ἐξ ἧς γεγενῆσθαι λέγουσι παῖδα, ὃς ἐκ τούτου Ἐριχθόνιος ἐκλήθη, καὶ αὐξηθεὶς τοῦθ' εὗρε καὶ ἐθαυμάσθη ἀγωνιστὴς γενόμενος· ἤγαγε δ' ἐπιμελῶς τὰ Παναθήναια καὶ ἅρμα ἡνιόχει ἔχων παραβάτην ἀσπίδιον ἔχοντα καὶ τριλοφίαν ἐπὶ τῆς κεφαλῆς· ἀπ' ἐκείνου δὲ κατὰ μίμησιν ὁ καλούμενος ἀποβάτης. Ἐσχημάτισται δ' ἐν τούτῳ ἡ Αἲξ καὶ οἱ Ἒριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείᾳ δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δ' ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως ὥστε τοὺς κατὰ Κρόνον Θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι <τὴν> Γῆν κρύψαι αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῇ Ἀμαλθείᾳ ἐγχειρίσαι, τὴν δὲ τῷ ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῷ τῆς αἰγὸς τῇ δορᾷ ὅπλῳ χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῇ τέχνῃ φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς καλύψαντος ἄλλῃ δορᾷ καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι] *** Τινὲς δέ φασι Μυρτίλον ὀνόματι τὸν <Οἰνομάου> ἡνίοχον εἶναι τὸν ἐξ Ἑρμοῦ γεγονότα. ῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς α, καὶ ἐφ' ἑκατέρων τῶν ὤμων α, ὧν τὸν μὲν ἐπὶ τοῦ ἀριστεροῦ λαμπρόν, ὃς καλεῖται Αἴξ, ἐφ' ἑκατέρου ἀγκῶνος α, <ἐπὶ δεξιᾶς χειρὸς α, ἐπ'> ἀριστερᾶς χειρὸς β, οἳ δὴ καλοῦνται Ἒριφοι· τοὺς πάντας η.

Friday, April 24, 2015

Λέοντος


Nemea Stadion 2008-09-12
Τοῦτ' ἔστι τὸ τῆς Νεμέας στάδιον. Ἐν δὲ τῇ Νεμέᾳ λέων τις μέγας τε καὶ δεινὸς ἦν. 
Herakles Nemean lion BM B621
Πόλλοι μὲν οἷοί τ'ἦσαν  τοὺς ἂλλους λέοντας ἀποκτείνειν, μόνον δ' ὁ Ἡρακλῆς οὕτως  ἰσχυρὸς ἦν ὥστε συμπαλαίσας ταῖς χερσὶν ἔπνιξε τὸν Νεμεαῖον λέοντα .Ἔπειτα ὁ Ἡρακλῆς ἔλαβε τὴν λεοντῆν αὐτοῦ. 
Sidney Hall - Urania's Mirror - Leo Major and Leo Minor
Ὁ δὲ Ζεὺς πολὺ ἐτίμησε τὸν λέοντα. Ὁ γὰρ τοῦ λέοντος ἀστερισμὸς  ὁ πρῶτός ἐστι τῶν τέτταρας πόδας ἐχόντων. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτός ἐστι μὲν τῶν ἐπιφανῶν ἄστρων· δοκεῖ δ' ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι. τινὲς δέ φασιν ὅτι Ἡρακλέους πρῶτος ἆθλος ἦν εἰς τὸ μνημονευθῆναι· φιλοδοξῶν γὰρ μόνον τοῦτον οὐχ ὅπλοις ἀνεῖλεν, ἀλλὰ συμπλακεὶς ἀπέπνιξεν· λέγει δὲ περὶ αὐτοῦ Πείσανδρος ὁ Ῥόδιος· ὅθεν καὶ τὴν δορὰν αὐτοῦ ἔχειν, ὡς ἔνδοξον ἔργον πεποιηκώς. οὗτός ἐστιν ὁ ἐν τῇ Νεμέᾳ ὑπ' αὐτοῦ φονευθείς. ῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς γ, ἐπὶ τοῦ στήθους <α, ὑπὸ τὸ στῆθος> β, ἐπὶ τοῦ δεξιοῦ ποδὸς λαμπρὸν α, ἐπὶ μέσης <τῆς κοιλίας> α, ὑπὸ τὴν κοιλίαν α, ἐπὶ τοῦ ἰσχίου α, ἐπὶ τοῦ ὀπισθίου γόνατος α, ἐπὶ ποδὸς ἄκρου λαμπρὸν α, ἐπὶ τοῦ τραχήλου β, ἐπὶ τῆς ῥάχεως γ, ἐπὶ μέσης τῆς κέρκου α, ἐπ' ἄκρας λαμπρὸν α, [ἐπὶ τῆς κοιλίας α]· <τοὺς πάντας ιθ>. ὁρῶνται δὲ καὶ ὑπὲρ αὐτὸν ἐν τριγώνῳ κατὰ τὴν κέρκον ἀμαυροὶ ἑπτά, οἳ καλοῦνται Πλόκαμος Βερενίκης Εὐεργέτιδος.

Friday, April 17, 2015

Καρκίνου

Sidney Hall - Urania's Mirror - Cancer.jpg
Ἡ Ἥρα, ἡ ἀεὶ μισοῦσα τὸν  Ἡρακλέα,  τέθηκε τὸν καρκίνον ἐν τοῖς ἀστράσιν ὅτι οὗτος μὲν ἔδακε τὸν  τοῦ   τὴν ὕδραν μαχομένου Ἡρακλέους πόδα, ὁ δὲ υἱὸς τοῦ Διὸς  ἄπέκτεινε τὴν ὕδραν τε καὶ τὸν καρκίνον


Lernaean Hydra Louvre CA598 n2
Ἐπὶ τούτῳ τῷ ληκύθῳ ὁρῶμεν τόν τε Ἡρακλέα  τὴν ὕδραν μαχόμενον καὶ τὸν καρκίνον ἐπιτιθέμενον αὐτῷ καὶ τὴν Ἀθηνᾶν τῷ Ἡρακλεῖ ὠφελοῦσαν.

Amphora black figured - Hephaestus returns to the Olympos
Ἐν δὲ  τῷ τοῦ Καρκίνου ἀστερισμῷ εἰσι καὶ οἱ  ὄνοι, οἱ ὀχοῦντες Διόνυσον καὶ τὸν μεθυσθέντα Ἥφαιστον καὶ τοὺς Σατύρους. Ἐπείδη οἱ Γίγαντες, οἱ τῶν θεῶν ἔχθροι, ἔτυχον πάροντες, τὰ μὲν ζῷα ἐφθέγξατο, οἱ δὲ Γίγαντες φοβούμενοι ἔφυγον.

Livestock trough near Empire Ranch Arizona 2007.jpg
Τέλος δ' ἔστι νεφέλιόν τι καλούμενον Φάτνη, ὅπου οἱ  ὄνοι τρέφονται.

Οὗτος δοκεῖ ἐν τοῖς ἄστροις τεθῆναι δι' Ἣραν, ὅτι μόνος Ἡρακλεῖ τῶν ἄλλων συμμαχούντων ὅτε τὴν ὕδραν ἀνῄρει, ἐκ τῆς λίμνης ἐκπηδήσας ἔδακεν αὐτοῦ τὸν πόδα, καθάπερ φησὶ Πανύασις ἐν Ἡρακλείᾳ· θυμωθεὶς δ' ὁ Ἡρακλῆς δοκεῖ τῷ ποδὶ συνθλάσαι αὐτόν, ὅθεν μεγάλης τιμῆς τετύχηκε καταριθμούμενος ἐν τοῖς ιβ ζῳδίοις. Καλοῦνται δέ τινες αὐτῶν ἀστέρες Ὂνοι, οὓς Διόνυσος ἀνήγαγεν εἰς τὰ ἄστρα. ἔστι δὲ αὐτοῖς καὶ Φάτνη παράσημον· ἡ δὲ τούτων ἱστορία αὕτη· Ὂνων καὶ Φάτνης. Ὃτε ἐπὶ Γίγαντας ἐστρατεύοντο οἱ Θεοί, λέγεται Διόνυσον καὶ Ἣφαιστον καὶ Σατύρους ἐπὶ ὄνων πορεύεσθαι· οὔπω δὲ ἑωραμένων αὐτοῖς τῶν Γιγάντων πλησίον ὄντες ὠγκήθησαν οἱ ὄνοι, οἱ δὲ Γίγαντες ἀκούσαντες τὴν φωνὴν ἔφυγον· διὸ ἐτιμήθησαν ἐν τῷ Καρκίνῳ εἶναι ἐπὶ δυσμάς. ῎Εχει δὲ ὁ Καρκίνος ἐπὶ τοῦ ὀστράκου ἀστέρας λαμπροὺς β, οὗτοί εἰσιν οἱ Ὂνοι· τὸ δὲ νεφέλιόν ἐστιν ἡ ἐν αὐτῷ ὁρωμένη Φάτνη, παρ' ᾗ δοκοῦσιν ἑστάναι· ἐπὶ τοῖς δεξιοῖς ποσὶν ἐφ' ἑκάστῳ α ἀμαυρόν, ἐπὶ δὲ τοῖς ἀριστεροῖς τοῦ πρώτου β ἀμαυροὺς καὶ ἐπὶ τοῦ δευτέρου <β>, καὶ ἐπὶ τοῦ τρίτου <α>, ὁμοίως ἐπ' ἄκρας τοῦ τετάρτου <α>, ἐπὶ τοῦ στόματος <α> καὶ ἐπὶ τῆς χηλῆς τῆς δεξιᾶς γ, ὁμοίως <οὐ> μεγάλους ἐπὶ τῆς ἀριστερᾶς χηλῆς <β>· οἱ πάντες ιη.

Friday, April 10, 2015

Διδύμων

Sidney Hall - Urania's Mirror - Gemini
Οἱ Διόσκουροι ἢ Διόσκοροι, ὡς τοὔνομα αὐτὸ σημάνει,  ἦσαν δύο υἱοὶ τοῦ Διός, ἐν τῇ Λακωνικῇ χώρᾳ γεννηθέντες. Τοιαύτη  ἦν ἡ φιλία μεταξὺ τῶν ἀδελφῶν, ὥσπερ ἔφθανε τὴν φιλίαν ἁπάντων τῶν ἄλλων ἀνθρώπων. Διὰ τοῦτο ὁ Ζεὺς ἦρεν αὐτοὺς εἰς τοὺς οὐρανούς.  
Kastor Niobid krater Louvre G341
Ἐν δὲ ταύτῃ τῇ εἰκόνι θεώμεθα Ἀττικὸν κρατῆρα ἢ  κύλικα. Ὁ μὲν Κάστωρ εἷς τῶν Διοσκόρων ὢν ὁρᾶται πίλον ἐπὶ τῆς κεφαλῆς ἐνδεδυμένος. Τῷ δ' ἑτέρῳ ἀδελφῷ ὄνομά ἐστι Πολυδεύκης. Ὁ μέντοι Ψευδο-Ἐρατοσθένης οὐ λεγει τὰ ὄνοματα αὐτῶν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτοι λέγονται Διόσκουροι εἶναι· ἐν δὲ τῇ Λακωνικῇ τραφέντες ἐπιφάνειαν ἔσχον, φιλαδελφίᾳ δὲ ὑπερήνεγκαν πάντας· οὔτε γὰρ περὶ ἀρχῆς οὔτε περὶ ἄλλου τινὸς ἤρισαν· μνήμην δὲ αὐτῶν Ζεὺς θέσθαι βουλόμενος τῆς κοινότητος, Διδύμους ὀνομάσας εἰς τὸ αὐτὸ ἀμφοτέρους ἔστησεν ἐν τοῖς ἄστροις. ῎Εχουσι δὲ ἀστέρας ὁ μὲν ἐποχούμενος τοῦ Καρκίνου <ἐπὶ> τῆς κεφαλῆς <α λαμπρόν, ἐπ' ὤμου ἑκατέρου α λαμπρόν, ἐπὶ δεξιοῦ ἀγκῶνος α, ἐπὶ δεξιᾶς χειρὸς α, ἐφ'> ἑκατέρῳ γόνατι α, <ἐφ' ἑκατέρῳ ποδὶ α, τοὺς πάντας θ>· ὁ δ' ἐχόμενος ἔχει ἐπὶ τῆς κεφαλῆς α λαμπρόν, <ἐπ'> ἀριστερῷ ὤμῳ λαμπρὸν α, ἐπὶ μαστῷ ἑκατέρῳ α, <ἐπ'> ἀριστεροῦ ἀγκῶνος α, <ἐπ'> ἄκρας χειρὸς α, <ἐπ'> ἀριστερῷ γόνατι α, <ἐφ'> ἑκατέρῳ ποδὶ α, ὑπὸ τὸν ἀριστερὸν πόδα α, ὃς καλεῖται Πρόπους· <τοὺς πάντας ι>.