Friday, October 28, 2016

Μῦθοι Αἰσώπειοι· πη', πθ', ϙ'

Γυνὴ καὶ ἀνὴρ <μέθυσος>


Ἀνήρ τις πολλάκις ἐμεθύσκετο. Ἡ οὖν γυνὴ αὐτοῦ, θέλουσα διορθῶσαι αὐτόν, βαστάσασα τὸν διὰ τὸν οἶνον καθεύδοντα ἄνδρα, παρὰ τοῖς τάφοις κατέλιπεν αὐτόν. Ἐπεῖτα δὲ ἡ μὲν γύνη ἐπανελθοῦσα, κομίζω, ἔφη, τὴν τῶν νεκρῶν σῖτον. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι αἱροῦμαι πιεῖν ἢ φαγεῖν. Ὦ, τῆς ταλαιπώρου γυναικός.

Ἀνάγνωσις τοῦ πη' μύθου

Γυνὴ καὶ θεράπαιναι



Ὑπηρέτιδές τινες τὸν ἀλέκτορα μισοῦσαι ὅτι ἐδεῖν αὐτὰς τῆς ἀλεκτοροφωνίας ἐγερθῆναι, ἀπέκτειναν αὐτόν. Οὐκοῦν ἡ δέσποινα ἤρξατο καὶ πρότερον ἐπικαλεῖν αὐτάς.

Ἀνάγνωσις τοῦ πθ' μύθου


Γυνὴ καὶ ὄρνις

Ὄρνις ἦν χήρᾳ τινὶ ἅπαξ τῆς ἡμέρας ἓν ᾦον τίκτουσα. Ἡ μὲν γύνη τὴν τῆς ὄρνιθος τροφὴν ηὔξησεν ἵνα πλεῖονα ᾦα διὰ τῆς ἡμέρας τίκτοι. Ἡ δὲ ὄρνις λιπαρὰ γενομένη οὐδὲ ἓν ᾦον καθ' ἡμέραν ἔτικτεν.

Ἀνάγνωσις τοῦ ϙ' μύθου


Γυνὴ καὶ ἀνὴρ <μέθυσος>
Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα τοιόνδε τι σοφίζεται. Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. Ἡνίκα δ’ αὐτον ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. »
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.
Γυνὴ καὶ θεράπαιναι
Γυνὴ χήρα φίλεργος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτοροφωνίαν. Αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνίξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. Συνέβη δὲ αὐταῖς πραξάσαις τοῦτο χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν· ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν νυχιέστερον ἐπὶ τὸ ἔργον ἤγειρεν.
Οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται.
Γυνὴ καὶ ὄρνις
Γυνὴ χήρα ὄρνιν εἶχε καθ᾿ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. Νομίσασα δὲ ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δ' ὄρνις τιμελὴς γενομένη οὐδ' ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.

Friday, October 21, 2016

Μῦθοι Αἰσώπειοι· πε', πϛ', πζ'

Γεωργὸς καὶ φυτόν


Δένδρον τι πολλοὺς μὲν τέττιγάς τε καὶ στρουθοὺς ἐπὶ τοῖς κλάδοις εῖχεν, οὐδένα δὲ καρπόν. Διὸ ὁ μὲν αὐτουργὸς ἔκοπτε τὸ δένδρον,  οἱ δ' ἐνταῦθα οἰκοῦντες ἐδέοντο αὐτοῦ φείσασθαι. Εὑρὼν δὲ σμῆνος μελισσῶν ὁ ἀνὴρ ἐπαύσατο κόπτειν ὡς φιλῶν τὸ μέλι.


Γεωργοῦ παῖδες <στασιάζοντες>


Ἀεὶ ἦν στάσις μεταξὺ τῶν τοῦ γεωργοῦ υἱῶν. Ὁ οὖν πατὴρ παράδειγμα ἐδῶκε αὐτοῖς ὅτι δεῖ φιλίαν τε καὶ ἔνωσιν εἰς ἀλλήλους εἶναι. Οὐ μὲν γὰρ ἔξεστι κατακλάσαι πολλὰς ῥαβδοὺς ἠθροισμένας. Ῥαδίως δὲ κατὰ μίαν κατακλᾶται.
 
Ἀνάγνωσις τοῦ πϛ' μύθου
Γραῦς καὶ ἰατρός

Γραῦς τις  ἔδωκεν ἂν τὸν μισθὸν τῷ ἰατρῷ, εἰ οὗτος ἔσωσε τὰ ὄμματα αὐτῆς. Ἡ δὲ σεσῳσμένη μηδὲ θέλουσα ἀποδοῦναι τὰ χρήματα, ἔμπροσθεν τῶν κριτῶν οὐ γὰρ βλέπω, ἔφη, τὰ σκεύη μου. Ὁ γὰρ ἰατρὸς κλέπτης ἦν,

Ἀνάγνωσις τοῦ πζ' μύθου


Γεωργὸς καὶ φυτόν
Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτεμεῖν ἤμελλεν. Καὶ δὴ τὸν πέλεκυν λαβὼν ἐπέφερε τὴν πλήγην. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ᾿ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. Ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο.
Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν ὅσον τὸ κερδαλέον ἐπιδιώκουσι.
Γεωργοῦ παῖδες <στασιάζοντες>
Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι, καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν. Ἐπειδὴ δὲ κατὰ πᾶν βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην, ἀνὰ μίαν αὐτοῖς ῥάϐδον ἐδίδου. Τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· « Ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι. »
Ὁ λόγος δηλοῖ ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταγώνιστος ἡ στάσις.
Γραῦς καὶ ἰατρός
Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ’ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· « τότε μὲν γὰρ ἔβλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι. »
Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Friday, October 14, 2016

Μῦθοι Αἰσώπειοι· πβ', πγ', πδ'

Γεωργὸς καὶ ὄφις <ὑπὸ κρύους πεπηγώς>


Γεωργός τις εὗρεν ὄφιν διὰ τὸ ψύχρος πεπηγμένον. Ὁ μὲν γεωργὸς λαβὼν καὶ θερμήνας ἔσωσε αὐτόν. Ὁ δὲ ὄφις πονηρὸς τὴν φύσιν ὢν δακὼν ἀπέκτεινε τὸν γεωργόν.

Ἀνάγνωσις τοῦ πβ' μύθου


Γεωργὸς καὶ παῖδες αὐτοῦ


Οὗτος ὁ γεωργὸς ἀποθνῄσκων παρεκάλεσε τοὺς παῖδας σκάπτειν τὸν ἀμπελῶνα ἵνα θησαυρόν τι εὕροιεν. Κατὰ γὰρ τὸν γεωργὸν αὐτὴ ἡ γεωργία ἦν ἀληθὴς πλοῦτος. Οἱ δὲ παῖδες  ἐν τῷ ἀμπελῶνι πονήσαντες συνῆκαν ὅτι πολὺν καρπὸν φέροι.

Ἀνάγνωσις τοῦ πγ' μύθου


Γεωργὸς καὶ τύχη


Γεωργός τις ἔσκαπτε τὸν ἀγρόν. Εὑρὼν μὲν χρυσὸν χάριν ἐδίδου τῇ Γῇ ἥνεκα τοῦ δώρου. Ἡ δὲ Τύχη ἐμέμφθη αὐτὸν ὅτι αὐτὴ παρέσχε τὸ θησαυρόν, οὐδὲ ἡ Γῆ.

Ἀνάγνωσις τοῦ πδ' μύθου


Γεωργὸς καὶ ὄφις <ὑπὸ κρύους πεπηγώς>
Γεωρός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· « Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας. »
Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.
Γεωργὸς καὶ παῖδες αὐτοῦ
Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ᾿ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. Καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.
Γεωργὸς καὶ τύχη
Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθ᾿ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ᾿ αὐτῆς εὐεργετηθείς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ᾿ ὅτι τηνικαῦτα ἐμέ τὴν Τύχην μέμψῃ. »
Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

Friday, October 7, 2016

Μῦθοι Αἰσώπειοι· οθ', π', πα'

Γεωργὸς καὶ ἀετός


Ὁ γεοργὸς αἐτόν τινα καταλαβὼν ἔλυσεν αὐτόν. Ἔπειτα ὁ αἐτὸς τὸν γεοργὸν ἐν κινδύνῳ καθεύδοντα βλέψας, τὸν  τοῦ γεοργοῦ πέτασον ἥρπασεν.  Ἐγείρας οὖν τὸν ἄνθρωπον, ἔσωσεν αὐτόν. Ἀλλ' ὁ Αἴσωπος  εἶπε φακιόλιον, οὐ πέτασον. Ἐγὼ δ' οὐχ εὕρηκα ἐπιτηδείαν εἰκόνα.

Ἀνάγνωσις τοῦ οθ' μύθου

Γεωργὸς καὶ κύνες


Χειμῶνος ὄντος, ὁ γεωργὸς μὴ εὑρίσκων τροφὴν τὰ οἰκεῖα ζῷα ἔσφαζε. Οἱ οὖν κύνες αὐτοῦ ἤρξαντο μεριμνᾶν μὴ ὁ χειμὼν πλείονα χρόνον διαμένῃ.

Ἀνάγνωσις τοῦ π' μύθου

Γεωργὸς καὶ ὄφις <τὸν παῖδα αὐτοῦ ἀποκτείνας>

Ὄφις τις δακὼν ἀπέκτεινε τὸν τοῦ γεωργοῦ υἱόν. Ὁ μὲν τὴν πέλεκυν λαβὼν ἐπειράσατο τὸν ὄφιν τύψαι. Διαμαρτὼν δὲ καὶ τὴν ἐγγὺς τοῦ ὄφεως πέτραν διακόψας, φοβούμενος ἐβούλετο φίλον τοῦ ὄφεως γένεσθαι. Ἀλλὰ τοῦτο ἀδύνατόν ἐστι.

Ἀνάγνωσις τοῦ πα' μύθου


Γεωργὸς καὶ ἀετός
Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ᾿ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἦρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτο δὲ ὁ ἀετὸς ἔρριψε. Καὶ ἀναλαβόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιβήν.
Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἔκ τινος ἀντευεργετεῖν χρή· [ὃ γὰρ ἀγαθὸν ποιήσεις, ἀντιδοθήσεταί σοι.]
Γεωργὸς καὶ κύνες
Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν. Ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· « Ἀπιτέον ἡμῖν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται; »
Ὁ λόγος δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.
Γεωργὸς καὶ ὄφις <τὸν παῖδα αὐτοῦ ἀποκτείνας.>
Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως, κατενεγκὼν τὸν πέλεκυν, τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν ὅπως αὐτῷ διαλλαγῇ. Ὁ δὲ εἶπεν· « Ἀλλ᾿ οὔτε ἐγὼ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον. »
Ὁ λόγος δηλοῖ ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίως τὰς καταλλαγὰς ἔχουσι.